Letter 98 [inc. "Ἐπλἠσθη χαρᾶς"]
The Fathers of the Council greet Leo and praise his role in maintaining and confirming the true faith. They relate the deposition of Bishop Dioscorus of Alexandria accused of many wicked deeds, and of Eutyches.
4. Γνωρίζομεν δὲ, ὡς καὶ ἕτερά τινα τῆς τῶν πραγμάτων εὐταξίας, καὶ τῆς τῶν ἐκκλησιαστικῶν θεσμῶν εὐσταθείας ἕνεκα ὡρίσαμεν, πεπεισμένοι καὶ τὴν ὑμετέραν ἁγιωσύνην διδαχθεῖσαν ἀποδέχεσθαί τε ταῦτα, καὶ βεβαιοῦν. Τὸ γὰρ ἐκ πολλοῦ κρατῆσαν ἔθος, ὅπερ ἔσχεν ἡ Κωνσταντινουπολιτῶν ἁγία τῶ Θεῶ ἐκκλησία εἰς τὸ χειροτονεῖν μητροπολίτας τῶν διοικήσεων τῆς τε Ασιανῆς, καὶ Ποντικῆς καὶ Θρακικῆς, καὶ νῦν κατὰ συνοδικὴν ἐκυρώσαμεν ψῆφον, οὐ τοσοῦτον· τῷ θρόνῳ Κωνσταντινουπόλεώς τι παρέσχοντες, ὅσον ταῖς μητροπόλεσι τὴν εὐταξίαν πρυτανεύοντες, διὰ τὸ πολλοὺς πολλάκις, τελευτώντων τῶν ἐπισκόπων, ἀνακύπτειν θορύβους, ἀνηγεμονεύτων ὄντων τῶν ἐν αὐταῖς κληρικῶν τε καὶ λαϊκῶν, καὶ τὴν ἐκκλησιαστικὴν τάξιν συγχεόντων. ὅπερ οὐδὲ τὴν ὑμετέραν λέληθεν ἁγιότητα, μάλιστα τῶν Ἐφεσίων ἕνκεν, πλεονάκις ὑμῶν διενοχληθέντων. ἐβεβαιώσαμεν δὲ καὶ τὴν τῶν ῾ρν ἁγίων πατέρων, τῶν ἐν Κωνσταντινουπόλει συναθροισθέντων ἐπὶ τοῦ τῆς εὐσεβοῦς μνήμης τοῦ μεγάλου Θεοδοσίου, κανόνα τὸν διαγορεύοντα, μετὰ τὸν ὑμέτερον ἁγιώτατον καὶ Αποστολικὸν θρόνον, τὰ πρεσβεία τὸν Κωνσταντινουπόλεως ἔχειν, δεύτερον τεταγμένον· πεπεισμένοι, ὡς τῆς Αποστολικῆς παρ᾽ὑμῖν κρατοῦσης ἀκτῖνος, καὶ ἐπὶ τὴν ἐν Κωνσταντινουπόλει ἐκκλησίαν, συνήθως κηδόμενοι, πόλλακις ταύτην ἡπλώσατε, διὰ τὸ ἄφθονον ὑπάρχειν ὑμῖν τὴν τῶν οἰκείων ἀγαθῶν πρὸς τοὺς γνησίους μετάδοσιν. ἅπερ τοίνυν ὡρίσαμεν πρὸς ἀναίρεσιν μὲν πάσης συγχύσεως, βεβαίωσιν δὲ τῆς ἐκκλησιαστικῆς εὐταξίας, ταῦτα ὡς οἰκεῖά τε καὶ φίλα, καὶ πρὸς εὐκοσμίαν ἁρμόδια, περιπτύξασθαι καταξίωσον, ἁγιώτατε καὶ μακαριώτατε πάτερ. οἱ γὰρ τὸν τόπον τῆς ὑμετέρας ἁγιότητος ἐπέχοντες ὁσιώτατοι ἐπίσκοποι Πασχασῖνος καὶ Λουκήσιος, καὶ ὁ σὺν αὐτοῖς θεοφιλέστατος πρεσβύτερος Βονιφάτιος, τοῖς οὗτω τυπωθεῖσι σφοδρῶς ἀντειπεῖν ἐπειράθησαν, πάντως ἀπὸ τῆς ὑμετέρας ἄρξασθαι καὶ τοῦτο τὸ καλὸν προνοίας βουλόμεονι, ἵνα καθάπερ τῆς πίστεως, οὕτω καὶ τῆς εὐταξίας ὑμῖν λογισθῇ τὸ κατόρθωμα. ἡμεῖς γὰρ θεραπεύοντες τοὺς τε εὐσεβεστάτους καὶ φιλοχρίστους βασιλέας ἐπὶ τούτῳ ἡδομένους, τὴν τε λαμπρὰν σύγκλητον, καὶ πᾶσαν, ὡς εἰπεῖν, τὴν βασιλεύουσαν, εὔκαιρον ἐνομίσαμεν τὴν ἐπ᾽ αὐτῇ παρὰ τῆς οἰκουμένης συνόδου βαβαίωσιν τῆς τιμῆς· καὶ ὡς ἐκ τῆς σῆς ὁσιότητος ταύτην ἐναρχθεῖσαν, δι᾽ ὧν ἀεὶ θάλπειν ἐσπούδακας, θαῤῥήσαντες ἐκυρώσαμεν, εἰδότες ὡς πᾶν παρὰ τῶν τέκνων γινόμενον κατόρθωμα εἰς τοὺς οἰκειουμένους πατέρας ἀνατρέχει· παρακαλοῦμεν τοίνυν, τίμησον καὶ ταῖς σαῖς ψήφοις τὴν κρίσιν, ὥσπερ ἡμεῖς τῇ κεφαλῇ τὴν ἐν τοῖς καλοῖς συμφωνίαν εἰσενηνόχαμεν, οὕτω καὶ ἡ κορυφὴ τοῖς παισὶν ἀναπληρώσοι τὸ πρέπον. οὕτω γὰρ καὶ βασιλεῖς εὐσεβεῖς θεραπευθήσονται, οἱ τὴν τῆς σῆς ὁσιότητος, ὡς νὀνον, βεβαιώσαντες κρίσιν, καὶ ὁ Κωνσταντινουπόλεως θρόνος τὴν ἀμοιβὴν ἀποδέξεται, πᾶσαν ἀεὶ σπουδὴν πρὸς τὴν τῆς εὐσεβείας ὑμῖν ἐκπληρώσας ὑπόθεσιν, καὶ τῷ ζήλῳ συνάψας ἑαυτὸν ὑμῖν πρὸς ὁμόνοιαν. ἵνα δὲ γνῶτε, ὡς οὐδὲν πρὸς χάριν ἤ πρὸς ἀπέχθειαν πεποιήκαμεν, ἀλλ᾽ ὡς θείω κυβερνώμενοι νεύματι, πᾶσαν ὑμῖν τῶν πεπραγμένων τὴν δύναμιν ἐγνωρίσαμεν εἰς σύντασιν ἡμετάραν, καὶ τῶν παρ᾽ἡμῶν πεπραγμένων βεβαίωσίν τε καὶ συγκατάθεσιν.
(ed. E. Schwartz ... two ancient Latin versions: Patrologia Latina 54, 951-965 = Ballerini 1753: 1088-1106)